Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 1.250 | Joseph. AJ 1.254 (English) | >>Joseph. AJ 1.258 |
1.252
πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον , ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος . ᾧ τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι , τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον .
1.254οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε · κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον . ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην , παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν , ὃ δὴ γέγονε .
1.255γάμον οὖν ὑπὸ θείας μνηστευόμενον ἐπιφανείας καὶ ὑμεῖς κυρώσατε καὶ Ἅβραμον τὸν μετὰ τοσαύτης ἀπεσταλκότα σπουδῆς τῷ κατανεῦσαι τὴν κόρην τιμήσατε .” οἱ δὲ , καλὰ γὰρ ἦν αὐτοῖς καὶ κεχαρισμένα , τήν τε γνώμην τοῦ θεοῦ συνῆκαν καὶ πέμπουσιν ἐφʼ οἷς ἠξίου τὴν θυγατέρα . γαμεῖ δὲ ταύτην ὁ Ἴσακος τῶν πραγμάτων εἰς αὐτὸν ἀφικομένων · οἱ γὰρ ἐκ τῆς Κατούρας εἰς τὰς ἀποικίας ἐξεληλύθεισαν .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 1.250 | Joseph. AJ 1.254 (English) | >>Joseph. AJ 1.258 |